Ancient Greek
2.377.1
Joannes Stobaeus Anthologus, Anthologium 2.377.1
Unproofread scanNot analysed yet
ἀρ’ ἂν τι πλεῖον κακίας ἢ ἀρετῆς μετέχοι ἕτερα ἕτερας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία εἴη; —Οὐδὲν πλεῖον. —Μᾶλλον δὲ γέ που, ὦ Σιμμία, κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ μετέξει, εἴπερ 5 ἁρμονία ἐστίν· ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο οὖσα, ἁρμονία, ἀναρμοστίας οὐποτ’ ἂν μετάσχοι. —Οὐ μέντοι. —Οὐδὲ γε δήπου ψυχή, οὖσα παντελῶς ψυχή, κακίας. —Πῶς γὰρ ἐκ γε τῶν προειρημένων; —Ἐκ τοῦ- 10 του ἄρα τοῦ λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως ψυχαὶ πεφυκασιν αὐτὸ τοῦτο εἶναι, ψυχαί. —Ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες. —Ἡ καὶ καλῶς δοκεῖ, ἢ δ’ ὧς, οὕτω λέγεσθαι καὶ πάσχειν ἂν ταῦτα ὁ λόγος, εἰ ὀρθὴ ἡ ὑπόθεσις ἦν, τὸ 15 ψυχὴν ἁρμονίαν εἶναι. —Οὐδ’ ὁπωστιοῦν, ἔφη. —Τί δέ; ἢ δ’ ὧς· τῶν ἐν ἀνθρώπῳ πάντων ἐσθ’ ὅ τι ἄλλο λέγεις ἄρχειν ἢ ψυχήν, ἄλλως τε καὶ φρόνιμον; —Οὐκ ἔγωγε. —Πότερον συγχωροῦσιν τοῖς κατὰ τὸ σῶμα παθήμασιν, ἢ καὶ ἐναντιουμένην; λέγω δὲ τὸ τοιόνδε· οἷον καύματος 20 ἐνόντος καὶ δίψους ἐπὶ τοὔναντίον ἕλκειν, τὸ μὴ πίνειν, καὶ πείνης ἐνούσης ἐπὶ τὸ μὴ ἐσθίειν, καὶ ἄλλα πον μυρία ἐροῦμεν ἐναντιουμένην τὴν ψυχὴν τοῖς κατὰ τὸ σῶμα· ἢ οὔ; —Πάνυ μὲν οὖν. —Οὐκοῦν αὖ ὁμολογήσαμεν ἐν τοῖς πρόσθεν μήποτε ταύτην, ἁρμονίαν γε οὖσαν, ἐναντία 25 ἄδειν οἷς ἐπιτείνοιτο καὶ χαλῶτο καὶ ψάλλοιτο καὶ ἄλλο ὅτιοῦν πάθος πάσχοι ἐκεῖνα ἐξ ὧν τυγχάνει οὖσα, ἀλλ’ ἑπεσθαι ἐκείνοις καὶ οὐποτ’ ἂν ἡγεμονεύειν; —Ὁμολογήσαμεν, ἔφη· πῶς γὰρ οὔ; —Τί οὖν νῦν; οὐ πᾶν