Ancient Greek
2.378.2
Joannes Stobaeus Anthologus, Anthologium 2.378.2
Unproofread scanNot analysed yet
στήθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης. Ἄρ’ οὖν αὐτὸν ταῦτα ποιῆσαι διανοοῦμενον ὡς ἀρμονίας αὐτῆς οὖσης καὶ οἷας ἄγεσθαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων, ἀλλ’ οὐχ οἷας ἄγειν τε ταῦτα καὶ δεσπόζειν, καὶ οὖσης αὐτῆς πολὺ θειοτέρου τινὸς ἢ καθ’ ἀρμονίαν; —Νὴ Δία, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ. —Οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν ἀρμονίαν τινὰ φάναι εἶναι· οὔτε γὰρ ἂν, ὡς ἔοικεν, Ὁμήρῳ θειῷ ποιητῇ ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς. —Ἔχει οὕτως, ἔφη. —Εἰὲν δή, ἢ δ’ ὃς ὁ Σωκράτης, τὰ μὲν Ἀρμονίας ἡμῖν τῆς Θηβαϊκῆς ἱλεὰ πως, ὡς ἔοικε, μετρίως γέγονε· τί δὲ δή τὰ Κάδμου, ἔφη, ὦ Κέβης, πῶς ἱλασόμεθα καὶ τινὶ λόγῳ; —Σὺ μοι δοκεῖς, ἔφη ὁ Κέβης, ἐξευρήσειν.