Ancient Greek
2.384.9
Joannes Stobaeus Anthologus, Anthologium 2.384.9
Unproofread scanNot analysed yet
Τῶν μὲν γὰρ σωμάτων σὺν τροπῇ τὸ πάσχειν· τῆς δὲ S. 19-23 (15-19 H.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ ἔμψυχον ἀνάλoγoν τῷ μουσικῷ διὰ τὸ εἶναι ἐναρμόνιον· τὰ δὲ πληγέντα σώματα διὰ πάθος αἰσθητικὸν ταῖς ἡρμοσμέναις χορδαῖς. καὶ γὰρ ἐκεῖ οὐδ' ἡ ἁρμονία πέπτονθεν ἡ χωριστή, ἀλλ' ἡ χορδή· καὶ κινεῖ μὲν ὁ μουσικὸς κατὰ τὴν ἐν αὐτῷ ἁρμονίαν, οὐ μὴν ἐκινήθη ἂν ἡ χορδὴ μουσικῶς, εἰ καὶ ὁ μουσικὸς ἐβούλετο, μὴ τῆς ἁρμονίας τοῦτο λεγοῦσης.