Ancient Greek
2.394.8
Joannes Stobaeus Anthologus, Anthologium 2.394.8
Unproofread scanNot analysed yet
διαφόρων ἐνεργειῶν κατάταξιν καὶ τῇ ψυχῇ τὸ μέρη ἔχειν Καὶ μήποτε διπλῶς ἐπινοουμένης τῆς 27 (23 H.) Αἰσάρας Πυθαγορείου Λευκανᾶς ἐκ τοῦ Περὶ ἀνθρώπων φύσεως (fr. phil. Gr. II p. 51 Mull.) . Φύσις ἀνθρώπων κανών μοι δοκεῖ νόμῳ τε καὶ δίκας ζῆμεν καὶ οἴκῳ τε καὶ πόλιν. Ἰχνία γὰρ ἐν αὐτῷ σιζαζόμενος εὑροῖτό καὶ τις καὶ μαστενόμενος· νόμος γὰρ ἐν αὐτῷ καὶ δίκη ἂ τὰς ψυχὰς ἐστι διακόσμεσις. Τριχθασία γὰρ ὑπάρχοισα ἐπὶ τριχθασίοις ἔργοις συνέστακε· γνώμαν καὶ φρόνησιν ἐργαζόμενος <ὁ νοῦς> καὶ ἄλλαν καὶ <δρμάν ἄ> θύμωσις καὶ ἔρωτα καὶ φιλοφροσύναν ἂ ἐπιθυμία. Καὶ οὕτω συντέτακται ταῦτα ποτ’ ἄλληλα πάντα, ὥστε αὐτὰς τὸ μὲν κράτιστον ἀγέεσθαι, τὸ δὲ χέρερον ἀρχεσθαι, τὸ δὲ μέσον μέσαν ἐπέχεν τάξιν, καὶ ἀρχεν καὶ ἀρχεσθαι. Ταῦτα δ’ οὕτως ἐμάσατο κατὰ λόγον ὁ θεὸς ἐν τε ἐκτυπώσει καὶ ἐξερρασίᾳ τῶ ἀνθρωπίνω σχάνεσι, ὅτι μόνον ἀνθρωπον ἐνοάσατο νόμῳ τε καὶ δίκας ἐπιδέκτορα γενέσθαι καὶ οὐδὲν ἄλλο τῶν θνατῶν ζῴων. Οὔτε ἐξ ἑνὸς σύστημα κοινωνίας γένοιτό κα, οὔτε μὴν ἐν πλειόνων, ὁμοίων δὲ τούτων (ἀνάγκα γάρ, ἐπεὶ τὰ πράγματα διαφέροντά ἐντι, καὶ τὰς ἐν ἡμῖν μοῖρας τὰς ψυχὰς διαφόρως