Ancient Greek
2.397.1
Joannes Stobaeus Anthologus, Anthologium 2.397.1
Unproofread scanNot analysed yet
§. 27 (23 H.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ τὸ τοιοῦτον φασὶ ἐγὼ δικαιότατα ἦμεν. Καὶ μὴν ὁμόνοιά τις καὶ ὁμοφροσύνη ὁπαδεῖ τῇ τοιαύτῃ διατάξει. Τὸ δὲ τοιοῦτον δικαίως ἂν λέγοιτο εὐνομία ἦμεν τῆς ψυχᾶς, ἥτις ἐν τῷ ἄρχειν μὲν τὸ κάρριον, ἄρχεσθαι δὲ τὸ χεῖριον κράτος ἐπιφέροιτο τῆς ἀρετᾶς. Καὶ φιλία δὲ καὶ ἔρως καὶ φιλοφροσύνη σύμφυλος καὶ συγγενὴς ἐκ τούτων ἐξεβλάσταςε τῶν μερέων. Συμπεθεῖ μὲν γὰρ ὁ νόος δραγγύμενος, ἔραται δὲ ἡ ἐπιθυμία, ἡ δὲ θύμωσις ἐμπιπλαμένη μένεος, ἐχθρὰ ζέουσα φίλα γίνεται τῇ ἐπιθυμίᾳ. Ἁρμόζας γὰρ ὁ νόος τὸ ἀδὺ τῷ λυπηρῷ συγκαταχρεόμενος καὶ τὸ σύντονον καὶ σφοδρὸν τῷ κοῦφῳ μέρει τῆς ψυχᾶς καὶ διαχυτικῷ· ἕκαστόν τε ἕκαστῳ πράγματος τὰν σύμφυλον καὶ συγγενέα προμάθειαν διαμεμέρισται, ὁ μὲν νόος δραγγούμενος καὶ στιβάζομενος τὰ πράγματα, ἡ δὲ θύμωσις ὁρμὰν καὶ ἄλλαν ποτιφερομένα τοῖς δραγγασθεῖσιν· ἡ δὲ ἐπιθυμία φιλοστοργία συγγενὴς ἕκασα ἐφαρμόσδει τῷ νόῳ ἴδιον περιποιούμενα τὸ ἀδὺ καὶ τὸ σύννοον ἀποδιδοῖσα τῷ συννόῳ μέρει τῆς ψυχᾶς. Ὀνπερ ἕκατι δοκεῖ μοι καὶ ὁ βίος ὁ κατ’ ἀνθρώπους ἀρίστος ἦμεν, ὅκα τὸ ἀδὺ τῷ σπονδαίῳ συγκαταχραθῆ καὶ ἀδονὰ τῇ ἀρετᾷ. Ποθασμόζασθαι δ’ αὐτὰ ὁ νόος δύναται, παιδεύσιος καὶ ἀρετᾶς ἐπήρατος γενόμενος.