Ancient Greek
2.403.1
Joannes Stobaeus Anthologus, Anthologium 2.403.1
Unproofread scanNot analysed yet
S. 31. 32 (27. 28 H.) ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ τὰ τρία τὰς καθ’ ἕκαστα διωρισμένας ἐπαναφέρει δόξας, πέρας τῶν ἀπείρων ἀνευρὼν οὕτω καὶ σαφῆ καὶ σύντομον περίληψιν. Ἐγὼ δὲ ὁρῶ ἐν τούτοις τοῖς ὄροις πολὺ μὲν τὸ ὁμώνυμον καὶ συγκεχυμένον, (οὐ γὰρ ὡσαύτως αἱ κατὰ μεταβολὴν καὶ αἱ κατὰ ζωὴν θεωροῦνται κινήσεις, ἢ αἱ μορφωτικαὶ καὶ ἄμορφοι γνώσεις, ἢ αἱ τοῦ ἀέρος καὶ αἱ τῶν καθ’ αὐτὰ ἀσωμάτων καθαρότητες τῆς οὐσίας,) πολὺ δὲ καὶ τὸ ἀτελὲς αὐτῶν καὶ ἔνδεές· οὐ γὰρ ἔνεστι πάντα περιλαβεῖν τὰ γένη τῶν δοξῶν ἐν τοῖς τρισὶ τούτοις ὄροις.