Ancient Greek
2.404.24 to 2.405.1
Joannes Stobaeus Anthologus, Anthologium 2.404.24-2.405.1
Unproofread scanNot analysed yet
περιέχουσα P¹: περιέχουσιν Usener, περιέχοντα (scil. ἀριθμὸν) Heeren ||Σεβῆρος ὁ Πλατωνικὸς αὐτὴν ἀφωρίσατο, ἐν ἰδέᾳ δὲ τοῦ πάντῃ διαστατοῦ Σπεύσιππος· ἐν αἰτίᾳ δὴ ἦτοι ἐνώσει τούτων ἄλλος ἂν τις καθαρώτερον αὐτὴν προστήσαιτο τελευταῖα. Πάλιν τοίνυν ὁ ἀριθμὸς ἐν ἑτέρῳ γένει κεῖται. Ἄλλὰ καὶ τοῦτον ἀπλῶς μὲν οὕτως ἔνιοι τῶν Πυθαγορείων τῇ ψυχῇ συναρμόζουσιν· ὡς δ’ αὐτοκίνητον Ἐνοχράτης, ὡς δὲ λόγοις περιέχουσιν Μοδέρατος ὁ Πυθαγόρειος, ὡς δὲ κριτικὸν κοσμοῦργου θεοῦ ὄργανον οὐσίαν προϋπάρχουσι Πλωτῖνος καὶ Πορφύριος καὶ Ἀμέλιος παραδεδώχασιν, τὴν δὲ συνδιαπλεκομένην τῷ κόσμῳ καὶ ἀχώριστον τοῦ οὐρανοῦ πολλοὶ δὴ τινες τῶν Πλατωνικῶν καὶ Πυθαγορείων προχρίνουσιν.