Ancient Greek
2.418.2
Joannes Stobaeus Anthologus, Anthologium 2.418.2
Unproofread scanNot analysed yet
Ἀπὸ μὲν δὴ τοσοούτων καὶ οὕτω διαφερόντων μερῶν γίγνεσθαι διαφερούσας τὰς τῆδε καθόδους, αὐτοὺς δὲ τοὺς τρόπους διίστασθαι πολνειδῶς. Ἡράκλειτος (fr. 83 Bywat.) μὲν γὰρ ἀμοιβὰς ἀναγκαίας τίθεται ἐν τῶν ἐναντίων, ὅδον τε ἄνω καὶ κάτω διαπορεύεσθαι τὰς ψυχὰς ὑπέιληφε καὶ τὸ μὲν τοῖς αὐτοῖς ἐπιμένειν κάματον εἶναι, τὸ δὲ μεταβάλλειν φέρειν ἀνάπασιν. Οἱ δὲ περὶ Ταύρων Πλατωνικοὶ πέμπεσθαι τὰς ψυχὰς ὑπὸ θεῶν εἰς γῆν λέγουσιν, οἱ μὲν ἐπομένως τῷ Τιμαίῳ παραδιδόντες ὅτι εἰς τελείωσιν τοῦ παντός, ὥστε εἶναι καὶ ἐν τῷ κό-