Ancient Greek
2.419.3
Joannes Stobaeus Anthologus, Anthologium 2.419.3
Unproofread scanNot analysed yet
40 (36 H.) Ἐν ταύτῃ. Οὐχ ἡ αὐτὴ ἐστὶ πασῶν τῶν ψυχῶν κοινωνία πρὸς τὰ σώματα, ἀλλ’ ἡ μὲν ὅλη, ὥσπερ καὶ Πλωτίνῳ δοκεῖ, προσίδη ἐαυτῇ τὸ σῶμα ἔχει ἐν ἐαυτῇ, ἀλλ’ οὐχ αὐτὴ προσίδη τῷ σώματι, οὐδὲ περιέχεται ὑπ’ αὐτοῦ· αἱ δὲ μερισταὶ προσέρχονται τοῖς σώμασι καὶ τῶν σωμάτων γίγνονται καὶ ἤδη κρατουμένων τῶν σωμάτων ὑπὸ τῆς τοῦ παντὸς φύσεως εἰσοικίζονται εἰς αὐτά. Καὶ αἱ μὲν τῶν θεῶν θεία σώματα, νοῦν μιμούμενα, ἐπιστρέφουσι πρὸς τὴν ἐαυτῶν νοερὰν οὐσίαν· αἱ δὲ τῶν ἄλλων θείων γενῶν, ὡς ἕκασται ἐτάχθησαν, οὕτω κατενθύνουσι ἐαυτῶν τὰ ὀχήματα. Ἔτι γε μὴν αἱ καθαραὶ ψυχαὶ καὶ τέλειαι καθαρῶς εἰσοικίζονται εἰς τὰ σώματα ἄνευ παθημάτων καὶ τῆς στέρησεως τοῦ νοεῖν· αἱ δ’ ἐναντίαι ἐναντίως. Ἀττικῷ καὶ <ἄλλοις τισὶ> Πλατωνικοῖς