Ancient Greek
2.422.8
Joannes Stobaeus Anthologus, Anthologium 2.422.8
Unproofread scanNot analysed yet
εἰ ἦν ἐμψυχος οἶας. Οἱ δὲ καθαρώτεροι τῶν Πλατωνικῶν, ὥσπερ δὴ οἱ περὶ Πλωτίνον (enn. IV 3, 3 et Πλάτωνα καθάρσει καὶ ἀναγωγὴ καὶ τελειώσει τῆς ψυχῆς· ἄλλοι δὲ οἱ χειρόνες τοῖς ἐναντίοις τούτων ἀντιδιαστελλόμενοι· κατὰ δὲ τοὺς Στωικοὺς τῇ κοινωνίᾳ καὶ τῷ καλῷ τῷ τῆς φύσεως ἐξηρτημένῳ· κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ἐπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι· κατὰ δὲ Ἡράκλειτον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνᾶ ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνη· κατὰ δὲ τοὺς ἄλλους μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθ᾽ Ἱερώνυμον (fr. XI 19 Hiller. in satur. Saupp. p. 102) ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφ᾽ ὧν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι· περὶ ὧν οὐδὲν δεῖ πολυπραγμονεῖν, ἀλλὰ εἰς τὸ ἄπειρον αὐτοὺς μεθιέντας χαίρειν ἐάν.