Ancient Greek
2.424.9
Joannes Stobaeus Anthologus, Anthologium 2.424.9
Unproofread scanNot analysed yet
924 καὶ ἔνεστιν ἢ ψυχὴ τῷ σώματι καθάπερ ἀσκη πνεῦμα, Κατὰ ταῦτὰ δὴ οὖν καὶ περὶ τῶν μέσων οὐσιῶν [926] ψυχῆς τε καὶ σώματος πολὺ διαφερόντως διατάπτονται. Οἱ μὲν γὰρ εὐθὺς αὐτὴν τὴν ψυχὴν αὐτῷ τῷ σώματι τῷ ὀργανικῷ συνοικίζουσιν, ὥσπερ οἱ πλεῖστοι τῶν Πλατωνικῶν· οἱ δὲ μεταξὺ τῆς τε ἀσωμάτου ψυχῆς καὶ τῆς ἀγγελιώδους αἰθέρια καὶ οὐράνια καὶ πνευματικὰ περιβλήματα περιλαμπέχοντα τὴν νοερὰν ζωὴν προβεβληῆσθαι μὲν αὐτῆς φροντῶς ἕνεκεν, ἐπηρετεῖν δὲ αὐτῇ καθάπερ ὀχήματα, συμμετρῶς δ’ αὖ καὶ πρὸς τὸ στερεὸν σῶμα συμβιβάζειν μέσοις τισὶ κοινοῖς συνδέσμοις αὐτὴν συνάπτοντα.