Ancient Greek
2.425.4
Joannes Stobaeus Anthologus, Anthologium 2.425.4
Unproofread scanNot analysed yet
„Ἐπικειμένου, τέκνον Ὦρε, τῇ τῶν ὑποκειμένων φύσει πάσῃ τοῦ πολυστεφοῦς οὐρανοῦ καὶ κατ’ οὐδένα τόπον στερουμένου τινὸς ὧν νῦν ὁ σύμπας ἔχει κόσμος, ἀνάγκη πᾶσα ὑπὸ τῶν ὑπερκειμένων συγκεκοσμηῆσθαι καὶ πεπληρῶσθαι φύσιν πᾶσαν τὴν ὑποκειμένην· οὐ γὰρ δήπου δυνατὰ κοσμηῆσαι τὰ κάτω τὸν ὑπερθεν διάκοσμον. Ἀνάγκη τοίνυν τοῖς χρείττοσι μυστηρίοις εἶχεν τὰ ἐλάσσονα. Κρείττων δὴ τῶν ὑποκειμένων ἢ τῶν μετεώρων ἐστὶ διάταξις καὶ τῷ παντὶ ἀσφαλὴς τε καὶ θνητῶν οὐχ ὑποπίπτουσα