Ancient Greek
2.436.1
Joannes Stobaeus Anthologus, Anthologium 2.436.1
Unproofread scanNot analysed yet
ἐγκατειρχθησόμεθα σχηρώματα· τί ταῖς δυστήναις ἡμῖν ἀπρεπὲς οὕτως πέπρακται; τί τῶν κολάσεων τούτων ἄξιον; ὅσαι τὰς δειλαίας ἡμᾶς ἁμαρτίας περιμένουσι ν· ὅσα διὰ τὰ πονηρὰ τῶν ἐλπίδων πράξομεν, ἵνα τῷ ἔδαρεῖ καὶ ταχὺ διαλύτῳ σώματι πορίζωμεν τὰ ἐπιτήδεια· οἱ ὀφθαλμοὶ τὰς οὐκέτι τοῦ θεοῦ ψυχὰς χωρήσουσιν ἄλογοι, καὶ παντελῶς μικρὸν τῷ ἐν τοίοις ὑγρῷ [καὶ] κύκλῳ τὸν ἑαυτῶν πρόγονον οὐρανὸν ὁρῶσαι στενάζομεν ἀεὶ, ἔστι δ' ὅτε καὶ οὐ βλέψομεν [ἔνθεν Ὀρφεύς (fragm. monad. 10 p. 504 Herm.) ·