Ancient Greek
2.437.2
Joannes Stobaeus Anthologus, Anthologium 2.437.2
Unproofread scanNot analysed yet
καθίσας θρόνον ταῖς δεηθείσαις ἐφώνησεν· “Ἔρως ὑμῶν, ψυχαί, δεσπόσει καὶ Ἄνάγκη, οὔδε γὰρ μετ’ ἐμὲ πάντων δεσπόται τε καὶ ταξίαρχοι. Ψυχαὶ δέ, ὅσαι τὴν ἀγέρατόν μου σκηπτοῦχίαν θεραπεύετε, ὥστε ὡς ἕως μὲν ἀναμάρτητοι ἔστε, τὰ τοῦ οὐρανοῦ οἰκήσετε χωρία· εἰ δ’ ἄρα τις ὑμῶν τινος ἐγγύσει μέμφις, θνητοῖς καὶ αὐταὶ προσμεμοιρασμένον χῶρον σπλάγχνους καταδικασθεῖσαι ἐνοικήσετε. κἂν μὲν ἢ ὑμῶν μέτρια τὰ αἰτιἄματα, τὸν ἐπίχρον τῶν σαρκῶν σύνδεσμον καταλιποῦσαι, πάλιν ἀστένακτοι τὸν ἑαυτῶν οὐρανὸν ἀσπάσεσθε· εἰ δ’ ἄρα τινῶν μειζόνων ἁμαρτημάτων ἕσεσθε ποιητικαί, οὐ μετὰ τέλους καθήκοντος τῶν πλασμάτων ἀπελθοῦσαι, οὐρανὸν μὲν οὐκέτι οἰκήσετε, οὐδ’ αἱ σώματα ἀνθρώπων, ζῷα δ’ ἄλογα μεταπλανούμεναι λοιπὸν διατελέσετε.”