Ancient Greek
2.441.1
Joannes Stobaeus Anthologus, Anthologium 2.441.1
Unproofread scanNot analysed yet
S. 44 (40 H). ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ καὶ τῆς ἀποτυχίας τὸ χαλεπὸν φοβηθῆναι], ἵνα τῷ τῆς λύπης δακνηρῷ δαμασθῶσι τῶν ἐλπιζομένων ἀποτυγχόντες. χρεωκοπείσθω τῶν ψυχῶν αὐτῶν τὸ περίεργον ἐπιθυμίαις καὶ φόβοις καὶ λύπαις καὶ ἐλπίσι πλάνοις. ἐπάλ-ληλοι τὰς ψυχὰς αὐτῶν ἑρώτες νεμέσθωσαν, ἐλπίδες, ποικίλαι ἐπιθυμίαι, ποτὲ μὲν ἐπιτυγχάνουσαι, ποτὲ δὲ ἀτευκτοῦσαι, ἵνα αὐτοῖς καὶ τῆς ἐπιτυχίας ἤδη δέλεαρ ἢ εἰς ἄθλησιν τελειοτέρων κακῶν· βαρείτω πυρετὸς αὐτοῖς, ἵνα ἐκκαθίσαντες κολάσωσι τὴν ἐπιθυμίαν.”