Ancient Greek
2.441.4
Joannes Stobaeus Anthologus, Anthologium 2.441.4
Unproofread scanNot analysed yet
Ἐτέρεπετο Μῶμον ταῦτα λέγοντος Ἑρμῆς, ἐλέγετο γὰρ οἰκείως αὐτῷ τὰ εἰρημένα καὶ ταῦτα ἐπραττεν, ὅσα περ εἴρηκει, λέγων· “Μῶμε, ἀλλ’ οὐχ ἐναργὴς γενήσεται πνεύματος θείου φύσις ἢ τοῦ περιέχοντος; εἶπε γὰρ εἶναί με ταμίαν καὶ προνοητὴν ὁ τῶν συμπάντων δεσπότης. ἐπόπτευρα τοίνυν ταγῆς ἔσται τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια καὶ τι κρυπτὸν ὄργανον ἐγὼ τεχράσομαι, ἀπλα-νοῦς καὶ ἀπαραβάτου θεωρίας ἔχον, ᾧ τὰ ἐπὶ γῆς ἀναγκαίως δουλαγωγηθήσεται πάντα τὰ ἀπὸ γενέσεως ἄχρι φθορᾶς ἐσχάτης, ἔχον τὴν ἀποτελουμένων πῆξιν· πεισθήσεται δὲ τῷ ὀργάνῳ τούτῳ καὶ τὰ ἐπὶ γῆς ἄλλα πάντα.” Εἶπεν Ἑρμῆς [ἐγώ] δή ταῦτα τῷ Μῶμῳ καὶ ἤδη τὸ ὄργανον ἐκινεῖτο.