Ancient Greek
2.443.2
Joannes Stobaeus Anthologus, Anthologium 2.443.2
Unproofread scanNot analysed yet
τοῖς ἐν οὐρανῷ θεοῖς ἐφιλονείκουν τῆς ἑαυτῶν εὐγενείας περιχρατοῦσαι καὶ ἀντιλαμβανόμεναι, ὡς καὶ αὐταὶ τοῦ αὐτοῦ ἐτυχόν δημιουργοῦ, ἐστασίαζον καὶ τοῖς λειπομένοις ἀνθρώποις ὀργάνοις χρώμεναι, ἐποίουν αὐτοὺς ἑαυτοῖς ἐπιπίθεσθαι καὶ ἀντιτάσσεσθαι καὶ πολεμεῖν ἀλλήλοις. Καὶ οὕτως ἡ μὲν ἰσχὺς κατὰ τῆς ἀσθενείας μέγα ἰδύνατο, ὥστε οἱ ἰσχυροὶ τοὺς ἀδυνάτους καὶ ἔκαιον καὶ ἐφόνευον καὶ [κατὰ τῶν ἱερῶν] τοῦτο μὲν ζῶντας τοῦτο δὲ καὶ νεκροὺς ἔρριπτον κατὰ τῶν ἀδύτων, ἕως ἀγανακτήσαντα τὰ στοιχεῖα τῷ μονάρχῃ θεῷ ἐντυχεῖν ἐδοκίμαζον ἐπὲρ τῆς τῶν ἀνθρώπων ἀγρίου πολιτείας. Πολλοῦ δὲ ἤδη γενομένου τοῦ κακοῦ τὰ στοιχεῖα τῷ ποιήσαντι αὐτὰ τῷ θεῷ προσελθόντα τοιούτοις λόγοις ὑπὲρ μέμψεως ἐχρήσαντο. Καὶ δὴ καὶ εἶχε τὴν τοῦ λέγειν ἐξουσίαν τὸ πῦρ πρῶτον. “Ἄεσποτα” δὲ ἔλεγε “καὶ τοῦ καινοῦ τούτου κόσμου τεχνῖτα καὶ κρυπτὸν ἐν θεοῖς καὶ σεβαστὸν ὄνομα μέχρι νῦν ἅπασιν ἀνθρώποις, μέχρι πότε, ὦ δαίμων, ἀθεον καταλείψαι τὸν θνητὸν βίον προαίρεσιν ἔχεις; ἀνάτειλον [972] ἤδη σεαυτὸν χρηματίζοντι τῷ κόσμῳ καὶ τοῦ βίου τὸ ἄγριον μῖσσον εἰρήνη· χάρισαι νόμους τῷ βίῳ, χάρισαι νυκτὶ χρησμοὺς· πλήρωσον καλῶν ἐλπίδων πάντα· φοβεῖσθωσαν ἄνθρωποι τὴν ἀπὸ θεῶν ἐκδίκησιν καὶ οὐδεὶς ἀμαρτήσει· ἐπαξίους ἀμαρτημάτων μισθούς ἂν ἀπολάβωσι, φυλάξονται οἱ λοιποὶ τὸ ἀδικεῖν, φοβηθήσονται ὀργούς καὶ οὐδὲ εἰς ἐπὶ ἀνόσιον φρονήσει· μαθέτωσαν εὐεργετηθέντες εὐχαριστῆσαι, ἵνα χαίρων παρὰ λοιβαῖς