Ancient Greek
2.450.2
Joannes Stobaeus Anthologus, Anthologium 2.450.2
Unproofread scanNot analysed yet
[990]„Πῶς γίγνονται αἱ ψυχαὶ συνεταί, ὦ τεκοῦσα; “Καὶ ἀπεκρίθη Ίσις· „Τὸ ὀρατικόν, ὦ τέκνον, περιβέβληται χιτῶσιν. Ὅταν οὖτοι οἱ χιτῶνες πυκνοὶ ὦσι καὶ παχεῖς, ἀμβλυωπεῖ ὁ ὀφθαλμός, ἐὰν δὲ ἀραιοὶ καὶ λεπτοί, τότε ὀξυωπέστατα βλέπει. Οὕτως καὶ ἐπὶ τῆς ψυχῆς. Ἔχει γὰρ καὶ αὐτὴ ἴδια περιβόλαια ἀσώματα, καθὸ καὶ αὐτὴ ἀσώματός ἐστι. Τὰ δὲ περιβόλαια ταῦτα ἀέρες εἰσίν, οἱ ἐν ἡμῖν. Ὅταν οὖτοι ὦσι λεπτοὶ καὶ ἀραίοι καὶ διαυγεῖς, τότε συνετὴ ἡ ψυχὴ ἐστιν· ὅταν δὲ τοὔναντιον πυκνοὶ