Ancient Greek
2.456.8
Joannes Stobaeus Anthologus, Anthologium 2.456.8
Unproofread scanNot analysed yet
χάος διὰ ταρτάρου, ἐνθα χώρος ἀσεβῶν καὶ Ἀναιδῶν ὑδρεῖται ἀτελεῖς καὶ Ταντάλον δίψος καὶ Τιτυοῦ σπλάγχνα εἰς χερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριοι εἰς ἀνθρώπους, αἱ δὲ ἀνθρωπίνοι ἀρχὴν ἀθανασίας ἴσχυσαι εἰς δαίμονας μεταβάλλουσιν, εἰδ’ οὕτως εἰς τὸν τῶν θεῶν χορόν· χοροὶ δὲ δύο θεῶν, ὁ μὲν τῶν πλανωμένων, ὁ δὲ τῶν ἀπλανῶν. Καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα. Ψυχὴ δὲ εἰς ἀνθρώπους ἐλθοῦσα ἐὰν κακὴ μείνη, οὐποτε τεύξεται ἀθανασίας, παλίσσωντος δὲ τὴν ὁδὸν ὑποστρέφει τὴν ἐπὶ τὰ ἐρρετά. Καὶ αὕτη καταδίκη ψυχῆς κακῆς. Κακία δὲ ψυχῆς ἀγνοσία. Ψυχὴ γὰρ μηδὲν ἐπιγνοῦσα τῶν ὄντων μηδὲ τὴν τούτων φύσιν μηδὲ τὸ ἀγαθόν, τυφλωτοῦσα δὲ ἐντινάσσεται τοῖς σωματικοῖς πάθεσι καὶ ἡ κακοδαίμων ἀγνοήσασα ἑαυτὴν δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς ὡσπερ φορτίον βαστάζουσα τὸ σῶμα καὶ οὐκέτ’ ἄρχουσα ἀλλ’ ἀρχομένη. Αὕτη κακία ψυχῆς.