Ancient Greek
2.459.2
Joannes Stobaeus Anthologus, Anthologium 2.459.2
Unproofread scanNot analysed yet
Ἄκτας ἀπαίωνάς τε καὶ μελαμπαθεῖς λιποῦσα λίμνης ἥλθον ἄρσενας χόας Ἀχέροντος ὀξυπλήγας ἰχούσας γόους, 5 <ἀπαίωνας ἄκτας> τὰς τῶν νεκρῶν λέγων παιδῶν οὐκ ἔχουσας, ἄρσενας δὲ τὰς οὐδὲν ἐκτρεφούσας. Ἦθελα μὲν γὰρ τὰ καρποφόρα, ἄρσενα δὲ τὰ ἄγονα ἔλεγον τῷ τὸν [1010] μὲν τὸ σπέρμα παρέχειν μόνον, τὴν δὲ καὶ ἐκτρέφειν· ὅθεν καὶ ‘Ἥλιος ἔέρση’ (Hom. ε 467) ἡ πολύγονος καὶ τροφίμη. Διαπεραιοῦσθαι δὲ ὑπὸ τῶν ἀπογενομένων τὸν Ἀχέροντά φασιν εἰκῶτος· ὁ γὰρ μετηλλαχὼς πάντα τὰν τῷ ζῆν ἄχη σχεδὸν ὑπερίηκε καὶ ἔστιν ἐν ἀπονίᾳ καὶ ἀλυπίᾳ πάσῃ. Γοργύραν δὲ τοῦ Ἀχέροντος γυναῖκα προσανέπλασαν ἀπὸ τοῦ γοργὰ φαίνεσθαι τοῖς πολλοῖς τὰ ἐν ᾍιδου· καθὸ δὴ καὶ αὐτοῦ τούτου τιμήνην ὁ Σώφρων Μορμολίχαν ὤνόμασεν. “