Ancient Greek
2.470.1
Joannes Stobaeus Anthologus, Anthologium 2.470.1
Unproofread scanNot analysed yet
τόποις γίνεται, ἀλλ’ ὅτι τῶν πεφυκότων σωμάτων τό- [1042] πους μεταβαίνειν καὶ εἰληφέναι τόπου σχέσεις ἀναδέχεται, δεχομένων αὐτὴν κατὰ τὰς ἐπιτηδειότητας τῶν τοιούτων σωμάτων ἐκ τῆς κατ’ αὐτὴν ποίας διαθέσεως· ὡς γὰρ ἂν διατεθῇ, εὕρισκεν σῶμα τάξει καὶ τοῖς οἰκείοις διωρισμένον. Διὸ καθαρώτερον μὲν διακειμένη σύμφυτον τὸ ἐγγὺς τοῦ αἰλίου σῶμα, ὅπερ ἐστὶ τὸ αἰθερίον· προελθοῦσα δὲ ἐκ λόγου εἰς φαντασίας προβολὴν σύμφυτον τὸ ἡλιοειδές· ἠλυνθείσῃ δὲ καὶ παθαινομένῃ πρὸς τὸ εἶδος παραλείπεται τὸ σελήνοειδές· πεσοῦσης δὲ εἰς σώματα, ὅταν κατὰ τὸ αὐτὴς ἄμορφον στῇ εἶδος ἐξ ὑγρῶν ἀναθυμιάσεων συνεστηκός, ἄγνοια ἔπεται τοῦ ὄντος τελεία καὶ σκότωσις καὶ νηπιότης. Καὶ μὴν καὶ ἐν τῇ ἐξόδῳ ἐτι κατὰ τὴν δύγρον ἀναθυμίαν τὸ πνεῦμα ἔχουσα τεθολωμένον, σκιὰν ἐφέλλεται καὶ βαρεῖται, χω-ρεῖν σπεύδοντος τοῦ τοιούτου πνεύματος εἰς μυχὸν τῆς γῆς φύσει, ἂν μὴ ἄλλη τις αὐτὸ αἰτία ἀνθέλκῃ. Ὡςπερ οὖν τὸ γεωδες ὄστρεον περικειμένη ἀνάγκη ἐπὶ γῆς ἐνίσχεσθαι, οὕτω καὶ ὑγρὸν πνεῦμα ἐφέλκομένη εἰδώλων περιχεῖσθαι ἀνάγκη. Ὑγρὸν δὲ ἐφέλλεται, ὅταν συνεχῶς μελετήσῃ ὁμιλεῖν τῇ φύσει, ἥς ἐν ὑγρῷ τὸ ἔργον καὶ ὑπόγειον μᾶλλον. Ὅταν δὲ μελετήσῃ ἀρίστασθαι φύ- [1044] σεως, αὐγὴ ξηρὰ γίνεται, ἄσκιος καὶ ἀνέφελος. Ὑγρότης γὰρ ἐν ἀέρι νέφος συνίστησι· ξηρότης δὲ ἀπὸ τῆς ἀτμίδος αὐγὴν ξηρὰν ὑφίστησιν.