Ancient Greek
2.472.1
Joannes Stobaeus Anthologus, Anthologium 2.472.1
Unproofread scanNot analysed yet
λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸ λοιπὸν μετὰ θεῶν διάγουσα; Οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως; —Οὕτω νὴ Δι᾽, ἔφη ὁ Κέβης. —Ἐὰν δὲ γε, οἶμαι, μεμιασμένη καὶ ἀκάθαρτος τοῦ σώματος ἀπαλλάττηται, ἄτε τῷ σώματι ἀεὶ ξυνούσα καὶ τοῦτο θεραπεύουσα καὶ ἐρώσα καὶ γεγοτευμένη ἐπ᾽ αὐτοῦ ὑπὸ τε τῶν ἐπιθυμιῶν καὶ ἡδονῶν, ὥστε μηδὲν ἄλλο δοκεῖν εἶναι ἀληθὲς ἀλλ᾽ ἢ τὸ σωματοειδές, οὐ τις ἂν ἄφαιτο καὶ ἴδοι καὶ πίοι καὶ φάγοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο, τὸ δὲ τοῖς ὅμμασι σκοτωδὲς καὶ ἀειδές, νοητὸν δὲ καὶ φιλοσοφία αἱρετὸν, τοῦτο δὲ εἰθισμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν, οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν καθ᾽ αὐτὴν εἰλικρινῇ ἀπαλλάξεσθαι; —Οὐδ᾽ ὁπωστιοῦν, ἔφη. —Ἀλλὰ διειλημμένην γε οἶμαι ὑπὸ τοῦ σωματοειδοῦς, ὃ αὐτῇ ἡ ὁμιλία τε καὶ συνουσία τοῦ σώματος διὰ τὸ ἀεὶ ξυνεῖναι καὶ διὰ τὴν πολλὴν μελέτην ἐνεποίησε ξύμφυτον; —Πάνυ γε. —Ἐμβριθὲς δὲ γε, ὦ φίλε, τοῦτο οἴεσθαι χρῆ εἶναι καὶ βαρύ καὶ γεωδὲς καὶ ὁρατόν· ὁ δὴ καὶ ἔχουσα ἡ τοιαύτη ψυχὴ βαρύνεται τε καὶ ἕλκεται πάλιν εἰς τὸν ὁρατὸν τόπον, φόβῳ τοῦ ἀειδοῦς τε καὶ Ἀἴδου, ὥσπερ λέγεται, περὶ τὰ μνημὰτα τε καὶ τοὺς τάφους κυλινδουμένη, περὶ ἃ δὴ καὶ ὤφθη [καὶ] ἄττα ψυχῶν σκιοειδῆ φράσματα, οἷα περιέχονται αἱ τοιαῦται ψυχαὶ εἴδωλα, αἱ μὴ καθαρώς ἀπολυθεῖσαι ἀλλὰ τοῦ ὁρατοῦ μετέχουσι· διὸ καὶ ὁρῶνται. —Εἰκὸς γε, ὦ Σώκρατες. —Εἰκὸς μέντοι [γε], ὦ Κέβης· καὶ οὐ τί γε τὰς τῶν ἀγαθῶν ταύτας εἶναι, ἀλλὰ τὰς τῶν φαύλων, αἱ περὶ τὰ τοιαῦτα ἀναγκάζονται πλα-