Ancient Greek
2.486.4
Joannes Stobaeus Anthologus, Anthologium 2.486.4
Unproofread scanNot analysed yet
‘ὅπη ζόφος, οὐδ’ ὅπη ἥλιος φαεσίμβροτος εἴσ’ ὑπὸ γαῖαν’ (κ 190, 191). Ποθοῦσαι δὲ καθ’ ἡδονὰς τὴν συνήθη καὶ σύντροφον ἐν σαρκὶ καὶ μετὰ σαρκὸς δίαιταν ἐμπίπτουσιν αὐ̓θις εἰς τὸν κυκεῶνα τῆς γενέσεως μιγνύσης εἰς τὸ αὐ̓τὸ καὶ κυκώσης ὡς ἀληθῶς αἰδία καὶ θνητὰ καὶ φρόνιμα καὶ παθητὰ καὶ ὀλύμπια καὶ γηγενῆ, θελγόμεναι καὶ μαλασσόμεναι ταῖς