Ancient Greek
2.497.2
Joannes Stobaeus Anthologus, Anthologium 2.497.2
Unproofread scanNot analysed yet
67 (60 H.) Ἐν ταύτῃ. Περὶ τῆς ἐπιχαρίας τῶν ψυχῶν, ἣν κομίζονται εἰς-αὑτάς, ἐπειδὰν ἐξέλθωσι τοῦ σώματος *,ἰσαγγέλους δὲ καὶ ἀγγελικὰς ψυχὰς *,τὸ δλοὺν δὴ τοῦτο οἱ πρεσβύτεροι *. Καὶ τηροῦσι μὲν αὐτὴν ἐπὶ τῆς οἰκείας τάξεως Πλούταρ-χος καὶ Πορφύριος καὶ οἱ παλαιότεροι· Πλωτῖνος δὲ πάντων τούτων αὐτὴν ἀρίστησιν. Οἱ δ’ ἀρχαιότεροι παραπλησίαν τοῖς θεοῖς κατὰ νοῦν διάθεσιν ἀγαθοειδῆ καὶ προστασίαν τῶν τῆδε αὐτὴ ἀπονέμουσι καλῶς, Πορ-φύριος δὲ καὶ τοῦτο ἀπ’ αὐτῆς ἀφαιρεῖ. Τῶν δὲ πρε-σβυτέρων τινὲς ὑπερέχειν μὲν αὐτὴν λογισμοῦ φασί, τὰ δὲ ἔργα αὐτῆς οὕτω διηκριβωμένα ἀφορίζονται, ὡς οὐκ ἂν ἐξεύροι τῶν λογισμῶν ὁ καθαρός καὶ τελειότατος. Πορ-φύριος δὲ αὐτὰς ἀφαιρεῖ παντάπασιν ἀπὸ τῆς ἀδε-σπότου ζωῆς, ὡς οὔσας συμφνεῖς τῇ γενέσει καὶ πρὸς ἐπικουρίαν δοθείσας τοῖς συνθέτοις ζώοις. Ὁ δὲ παρὰ Πλάτωνι Τίμαιος ἥπερ ἐσπάρησαν διαφερόντως ὑπὸ τοῦ δημιουργοῦ, ἄλλαι μὲν εἰς ἥλιον, ἄλλαι δὲ εἰς γῆν, ταύτῃ καὶ τὴν ἄνοδον αὐτὰς ἄνάγει, μὴ ὑπερβαινούσας