Ancient Greek
2.499.3
Joannes Stobaeus Anthologus, Anthologium 2.499.3
Unproofread scanNot analysed yet
Καὶ εἶπεν Ἰσις· ‘Πρόσχε, παῖ· ἀναγκαιοτάτη γὰρ ζήτησις αὕτη· ἀλλ’ ἄδε γὰρ ἔρει λόγος ἐμός. Τὸ συνεστὸς καὶ μὴ ἀφανιζόμενον χῶρον ἔχει. Οὐ γὰρ, ὦ θαυμαστέ καὶ μεγάλου πατρὸς Ὀσίρεως μέγα τέκνον, ἀκρίτως καὶ ὀρμηδὸν τῶν σωμάτων προελθοῦσαι εἰς ἄερα ἀναχύνονται τε καὶ διασχεδάννυνται μετὰ τοῦ ἄλλου ἀπείρου πνεύματος, ὥστε οὐκέτι δύνασθαι πάλιν τὰς αὐτὰς οὐσίας εἰς σώματα παλινδρομῆσαι, ἀλλὰ μηδὲ εἰς ἐκεῖνον ἐπὶ τὸν χῶρον [εἶναι], ὅθεν ἦλθον τὸ πρότερον, ἀναστρέφειν· καθάπερ οὐδὲ τὸ λαμβανόμενον ἐκ τῶν κάτω ἀγγείων ὕδωρ ἐπὶ τοὺς αὐτοὺς τόπους ὅθεν ἐλήφθη ἐπέχειν ἐστὶ δυνατόν, ἀλλ’ οὐδ’ αὐτὸ παραντίχα λαμβανόμενον καὶ χέμενον τὴν ἰδίαν λαμβάνει χώραν, πλὴν ἀναμίγνυται τῷ παντὶ τοῦ ὕδατος χύματι. Ἄλλ’ οὐκ ἔχει οὕτως, ὦ μεγαλόφρων Ὦρε. Μύστης δὲ ὡςπερ τῆς ἀθανάτου φύσεως καὶ τῇ τυγχάνουσα καὶ ἀδενυτία διὰ τοῦ πεδίου τῆς Ἀληθείας διεξελεύσομαί σοι τῶν ὄντων τὸ καθ’ ἕκαστον, ἐκεῖνό σοι φήσασα πρῶτον, ὡς δὴ τὸ ὕδωρ σῶμά ἐστιν ἄλογον, ἐκ πολλῶν συγκριμάτων παρατεθλιμμένον εἰς χύσιν, ἡ δὲ ψυχὴ πρᾶγμα ἰδιοφρές, τέκνον, καὶ βασιλικόν