Ancient Greek
2.511.1
Joannes Stobaeus Anthologus, Anthologium 2.511.1
Unproofread scanNot analysed yet
πλεονάση ταῦτα, οὐκ ἐνεργεία λέγω κατὰ περιοχὴν οὐδὲ τῇ κατ’ αὔξησιν γινομένῃ μεταβολῇ τοῦ γένους καὶ τῶν σωμάτων, ἀλλὰ τῇ ὡς προέφραμεν συστατικῇ τῶν στοιχείων κράσει, ὥστε τὸ μὲν θερμόν ἐπὶ πλέον αὔξη- 5 θῆναι ἢ ἐπὶ πλέον ἐλαττωθῆναι, τὰ δὲ ἄλλα ὁμοίως, τριχαιᾶτα [οὕτως] νοσεῖ τὸ ζῷον. Ἐπὰν γὰρ οὕτως διατεθῇ τὸ τε θερμόν καὶ τὸ ἀερῶδες, ὃ δὴ σύσχημα ἐστὶ τῆς ψυχῆς, τότε ἐν ἀλληγορίαις καὶ ἐκστάσεσι γίνεται τὸ ζῷον· πεπύκνωται γὰρ τὰ στοιχεία, δι’ ὧν διαφθείρεται 10 τὰ σώματα. Αὐτὸ μὲν γὰρ τὸ γεωδὲς ἐστὶν ἢ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἢ ἐν τούτῳ ἐστὶν εἰς συμπάγιαν περιχνοῖς, τὸ δὲ ἀερῶδες ἐστὶ τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ. Τοιγαροῦν δ’ ἐκ τῆς πρώτης συνόδου καὶ κράσεως τῶν στοιχείων γιγνόμενος 15 ἀτμὸς καὶ ὡσανεὶ ἐξαψὺς καὶ ἀναθυμιάσεις[, ὁποῖος ἂν ἡ,] παραμιγεὶς τῇ ψυχῇ ἄγει αὐτὴν εἰς ἑαυτόν, ὡς ἂν ἔχῃ φύσεως, εἴτε σπουδαίως, εἴτε μή. Τῇ γὰρ ἐξ ἀρχῆς πρὸς αὐτὸν οἰκειότητι καὶ συντροφίᾳ ἐπιμένουσα ἡ ψυχὴ τὴν τάξιν διατηρεῖ. Ὅταν δὲ ἐπιπροσγένηται ἤτοι τῷ ὅλῳ 20 συγχράματι ἢ καὶ μέρεσιν ἢ μέρει αὐτοῦ ἐξωθέν τις πλείων μοῖρα τοῦ προκαταβεβλημένου, τότε καὶ ὁ ἐντεῦθεν μεταλλιοῦμενος ἀτμὸς μεταλλιοῦ ἤτοι τὴν τῆς ψυχῆς διάθεσιν ἢ τὴν τοῦ σώματος. Τὸ γὰρ πῦρ καὶ τὸ πνεῦμα, ἀνωφερῆ ὄντα, ἐπὶ τὴν ψυχήν, ὁμοιόχωρον αὐτοῖς ὑπάρχουσαν,