Ancient Greek
2.513.2
Joannes Stobaeus Anthologus, Anthologium 2.513.2
Unproofread scanNot analysed yet
4 (12 L.) Λεύκιππος, Δημόκριτος τὰς αἰσθή-σεις καὶ τὰς νοήσεις ἐτεροιώσεις εἶναι τοῦ σώματος. 5 (p. 150, 20 Cant. ,13 L.) Ἀριστοτέλης τὴν αἰσθη-σιν ἐτεροίωσιν αἰσθητοῦ καὶ μεσότητα· κοινὴν δὲ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμ-βάλλουσιν αἱ ἀπλαὶ τὰς ἰδίας ἑκάστη ,ἐν ᾗ τὸ μεταβατικὸν ἀφ’ ἑτέρου εἰς ἕτερον οἷον σχήματος κινήσεως σώματος, ἐν μεθορίῳ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, μνήμης καὶ νοῦ μετέχουσα, διατείνουσα καὶ ἐπὶ τὰ ἄλογα τῶν ζῴων, καθὸ ποσὴν διανοίας ἀναλογίαν ἔχει· κοινὰ δ’ ἐστὶν ὄψεως μὲν καὶ ἀφῆς σχῆμα, ὄψεως δὲ καὶ ἀκοῆς διάστημα, πασῶν δὲ κίνησις καὶ μέγεθος καὶ ἀριθμός.