Ancient Greek
2.516.2 to 2.516.5
Joannes Stobaeus Anthologus, Anthologium 2.516.2-5
Unproofread scanNot analysed yet
Παρμενίδης, Ἐμπεδοκλῆς ἐλλείψει τροφῆς τὴν ὄρεξιν. 26 (31ᵇ L.) Οἱ τὰ ἄτομα καὶ οἱ τὰ ὁμοιομερῆ καὶ οἱ τὰ ἄμερῆ καὶ τὰ ἐλάχιστα πάντ’ ἐν πᾶσι τὰ αἰσθητὰ ἀναμεμῖχθαι καὶ μηδὲν αὐτῶν εἰλικρινῶς ὑπάρχειν, παρὰ δὲ τὰς ἐπικρατείας ὀνομάζεσθαι τοῖον ἢ τοῖον καὶ παρὰ τὴν πολυαύγειαν. 27 (1ᵈ H. G. M. ,31 L.) Πυθαγόρας καὶ Πλάτων καθαρὸν ἕκαστον εἶναι τῶν αἰσθητῶν ἐξ ἑκάστου στοιχείου προερχόμενον. Πρὸς μὲν οὖν τὴν ὄρασιν τὸ αἰθερῶδες πεφυκέναι, πρὸς δὲ τὴν ἀκοὴν τὸ πνευματικόν, πρὸς δὲ τὴν ὀσφρησιν τὸ πυρώδες, πρὸς δὲ τὴν γεῦσιν τὸ ὑγρόν, πρὸς δὲ τὴν ἀφὴν τὸ γεωδὲς. 28 (32 L.) Ἐπίκουρος τῶν αἰσθητῶν ἡδονὰς ἤδη καὶ τὰς λύπας. 29 (33 L.) Οἱ Περιπατητικοὶ τῶν νοητῶν· οὐ γὰρ πᾶσι φαίνεται τὰ αὐτὰ ἡδέα τε καὶ λυπηρὰ καθάπερ λευκὰ τε καὶ μέλανα.