Ancient Greek
2.518.2
Joannes Stobaeus Anthologus, Anthologium 2.518.2
Unproofread scanNot analysed yet
37 (3 H. G. M.) Πλάτωνος ἐκ τοῦ Θεαίτητου 10 (p. 152c; 153b—154b). Φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἐν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις· οἷα γὰρ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστῳ καὶ κινδυνεύει εἶναι. . . . Ὑπόλαβε τοίνυν, ὦ ἄριστε, οὕτωσί καὶ τὰ ὄμματα πρῶτον· ὁ δὴ καλεῖς χρῶμα λευ-κόν, μὴ εἶναι αὐτὸ ἕτερόν τι ἔξω τῶν σῶν ὀμμάτων μηδ’ ἐν τοῖς ὀμμασι· μηδὲ τιν’ αὐτῷ χώραν ἀποτάξης· ἤδη γὰρ ἂν εἴη τε ἂν πον ἐν τάξει καὶ μένον καὶ οὐκ ἂν ἐν γενέσει γίγνοιτο. —Ἀλλὰ πῶς; —Ἐπόμεθα τῷ ἄρτι λόγῳ, μηδὲν αὐτὸ καθ’ αὐτὸ ἐν ᾧν τιθέντες· καὶ ἡμῖν οὕτω μέλαν τε καὶ λευχὸν καὶ ὁτιοῦν ἄλλο χρῶμα ἐκ τῆς προσβολῆς τῶν ὀμμάτων πρὸς τὴν προσήκουσαν φοράν φαίνεται γεγεννημένον, καὶ ὁ δὴ ἕκαστον εἶναι φαμεν χρῶμα, οὔτε τὸ προσβάλλον οὔτε τὸ προσβαλλόμενον ἔσται, ἀλλὰ μεταξύ τι ἑκάστῳ ἴδιον γεγονός· ἢ σὺ διισχυρίσαι