Ancient Greek
2.520.5
Joannes Stobaeus Anthologus, Anthologium 2.520.5
Unproofread scanNot analysed yet
41 (7 H. G. M.) Πλάτωνος ἐν Τιμαίῳ (p. 37B). Λόγος δὲ ὁ κατὰ ταὐτὸν γιγνόμενος, περὶ τε ἕτερον ὧν καὶ περὶ τὸ ταὐτόν, ἐν τῇ κινουμένῃ ὑφ᾽ αὑτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ ἑτέρου κύκλος ὀρθὸς ἴων εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγελῇ, δόξαι καὶ πίστεες γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δὲ αὐ περὶ τὸ λογιστικὸν ἢ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὐτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται, τούτῳ δὲ ἐν ᾧ τῶν ὄντων ἐγγύγεσθον, ἂν ποτὲ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν ἐλπῇ, πᾶν μᾶλλον ἢ τἀληθὲς .