Ancient Greek
2.522.3
Joannes Stobaeus Anthologus, Anthologium 2.522.3
Unproofread scanNot analysed yet
[1108] Ἀριστοτέλους. Τὸ δὲ αἰσθητικόν, ὁ δὴ κοινῶς ἀπάντων τῶν ζῴων ἴδιον (αἰσθήσει γὰρ διαφέρειν τὸ ζῷον τοῦ φυτοῦ), πενταπλοῦν ἐοικέναι. Τοῦτο γὰρ τὸ μὲν ὁρασιν, τὸ δ’ ἀκοήν, τὸ δ’ ὀσφρησιν, τὸ δὲ γεῦσιν, τὸ δ’ ἀφήν. Ὑπάρχειν δὲ τινα καὶ σύνθετον αἴσθησιν, ἐν ᾗ τὸ τε φανταστικὸν πᾶν γίγνεσθαι καὶ μνημονευτικὸν καὶ τὸ δοξαστικόν, ὅπερ οὖν οὐδ’ ἄμοιρον τοῦ νοῦ τυγχάνειν. Αἰσθάνεσθαι δὴ ἡμᾶς παθούσης τι τῆς αἰσθήσεως.