Ancient Greek
2.524.6 to 2.526.4
Joannes Stobaeus Anthologus, Anthologium 2.524.6-2.526.4
Unproofread scanNot analysed yet
10 (10a L.) Τῶν Ἀκαδημαικῶν τινες κατὰ τινων ἔχυσιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἕνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν. 11 (10ᵇ L.) Ποσειδώνιος γῶν αὐτὴν σύμφρσιν ὀνομάζει. 12 (11 L.) Ἐμπεδοκλῆς καὶ πρὸς τὸ διὰ τῶν ἀκτίνων καὶ πρὸς τὸ διὰ τῶν εἰδώλων ἔνδοχὰς παρέχεται· πλείους δὲ πρὸς δεύτερον· τὰς γὰρ ἀπορροίας ἀποδέχεται. 13 (12 L.) Ἑστιαῖος ὁ Περίνθιος τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσαγορεύσας τὸ γιγνόμενον ἀκτινεῖδωλον. 14 (13 L.) Ἐμπεδοκλῆς κατ’ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου, πιλουμένας δ’ ὑπὸ τοῦ ἐκρηνομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκειμένον ἀέρα, εἰς ὃν φέρεται τὰ ρεύματα, συμμεταφέροντος. 15 (14 L.) Λεύκιππος, Δημόκριτος, Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατ’ εἰδώλων ἐμφάσεις, ἃ τινὰ φέρεσθαι μὲν ἀφ’ ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατ’ ἀντιπεριστροφὴν. 16 (15 L.) ἀπὸ Πυθαγόρου καὶ τῶν μαθηματικῶν κατ’ ἀνάλασιν τῆς ὄψεως. Φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχούσαν δὲ πυκνῷ καὶ λεῖῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφ’ ἑαυτήν, ὁμοίον τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὀμὸν ἀντεπιστροφῇ. [Δύναται δὲ τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρήσασθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν.] 17 (16 L.) Σφαῖρος ὁ Στωικὸς ὁρατὸν εἶναι τὸ σκότος, ἐκ γὰρ τῆς ὄψεως προχεῖσθαι τινα εἰς αὐτὸ αὐγήν. [(17 L.) Οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος· ἐκ γὰρ τῆς ὄψεως προχεῖσθαι τινα ἐπ’ αὐτὸ αὐγήν. Καὶ οὐ ψεύδεται ἡ ὄψις, βλέπεται γὰρ ταῖς ἀληθείαις ὅτι ἐστι σκότος.] 18 Χρύσιππος κατὰ συνέντασιν [τὰ ὄντα] τοῦ μεταξὺ ἀέρος ὁρῶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὀπτικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς χώρας διίχει, κατὰ δὲ τὴν πρὸς τὸν περιχεῖμενον ἀέρα ἐπιβολὴν ἐντεινοῦτος αὐτὸν κωνοειδῶς, ὅταν ἡ ὁμογενὴς ὁ ἀήρ προχέονται δ’ ἐκ τῆς ὕψους ἀκτῖνες πύρινοι, οὐχὶ μέλαιναι καὶ ὀμιχλάδες· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.