Ancient Greek
2.528.3
Joannes Stobaeus Anthologus, Anthologium 2.528.3
Unproofread scanNot analysed yet
20 (3 H. G. M.) <Ἐν ταύτῃ> p. 67ᶜ—68ᴰ). [εἰς τὸ περὶ χρωμάτων]. Ἔστι γένος ἡμῖν αἰσθητικόν, ὃ διελέσθαι δεῖ συχνὰ 10 ἐν αὐτῷ ποικίλματα κεκτημένον, ἃ ξύμπαντα μὲν χρώας ἐκαλέσαμεν, φλόγα τῶν σωμάτων ἑκάστων ἀπορρέουσαν, ὄψει σύμμετρα μόρια ἔχουσαν πρὸς αἴσθησιν· ὅψεως δ’ ἐν τοῖς πρόσοθεν αὐτὸ περὶ τῶν αἰτίων τῆς γενέσεως ἐφρήθη· τῇδ’ οὖν τῶν χρωμάτων πέρι μάλιστα εἴδος πρέποι 15 τ’ ἂν τὸν ἐπιοικῇ λόγῳ διεξελθεῖν, τὰ φερόμενα ἀπὸ τῶν ἄλλων μόρια ἐμπίπτοντά τε εἰς τὴν ὄψιν, τὰ μὲν ἐλάττω, τὰ δὲ μείζω, τὰ δὲ ἴσα τῆς αὐτῆς ὄψεως μέρεσιν εἶναι. Τὰ μὲν οὖν ἴσα ἀναίσθητά τε δή διαφανῆ λέγομεν, τὰ δὲ μείζω καὶ ἐλάττω, τὰ μὲν συγκρίνοντα, τὰ δὲ διαχρί- 20 νοντα αὐτὴν τοῖς περὶ τὴν σάρκα θερμοῖς καὶ ψυχροῖς