Ancient Greek
2.532.1
Joannes Stobaeus Anthologus, Anthologium 2.532.1
Unproofread scanNot analysed yet
ματα, λεκτέον. Ὅλως μὲν οὖν φωνὴν θάμμεν τὴν δι’ ὧτων ὑπ’ ἀέρος ἐγκεφαλοῦ τε καὶ αἵματος μέχρι ψυχῆς πληγὴν διαδιδομένην, τὴν δὲ ὑπ’ αὐτῆς κίνησιν ἀπὸ κεφαλῆς μὲν ἀρχομένην, τελευτῶσαν δὲ περὶ τὴν τοῦ ἡπατος ἕδραν ἀκοήν· ὅση δὲ αὐτῆς ταχεῖα, ὀξεῖαν, ὅση δὲ βραδυτέρα, βαρυτέραν· τὴν δὲ ὀμαλὴν λείαν· τὴν δὲ ἐναντίαν τραχεῖαν· μεγάλην δὲ τὴν πολλήν, ὅση δ’ ἐναντία, σμιχράν. Τὰ δὲ περὶ ξυμφωνίας αὐτῶν ἐν τοῖς ὑστερον λεχθησομένοις ἀνάγκη ῥηθῆναι.