Ancient Greek
2.536.3
Joannes Stobaeus Anthologus, Anthologium 2.536.3
Unproofread scanNot analysed yet
ΠΕΡΙ ἈΦΗΣ. Ἀριστοτέλους. Ἀπτεσθαι δὲ διὰ τοῦ μεταξὺ σώματος τῆς σαρκὸς καὶ τοῦ ἀπτοῦ. τὸ δὴ τοιοῦτον <ἢ τὸν> ἄερα ἢ τὸ ὕδωρ ὑπάρχειν, ἢ ἐκ τούτων τι κοινόν. Ἀναθᾶναι δὲ ἐπὶ τε τῆς γεύσεως καὶ τῆς ἀφῆς διὰ τὸ μὴ διὰ μακροῦ γίγνεσθαι, καθάπερ ἐπὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν καὶ ὀσφραντῶν. Τοῦ δὲ κινητικοῦ κατὰ τόπον ὁ δὴ προσείπομεν ὀρμητικόν, τὸ πρῶτον κινοῦν, καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἀκίνητον εἶναι.