Ancient Greek
2.538.1
Joannes Stobaeus Anthologus, Anthologium 2.538.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΔΟΞΗΣ. 1 Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ (p. 263E-264B). Τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μὴν οὖν ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθ᾽ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται; Ὦδ᾽ εἴσει ὁρῶν, πρῶτον λάβῃς αὐτά, τί ἑκστ᾽ ἐστι καὶ τί διαφέρουσιν ἑκαστα ἀλλήλων. -Αἰδοῦ μόνον. -Οὐκοῦν διάνοια μὲν καὶ λόγος ταυτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὐτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτ᾽ αὐτὸ ἡμῖν ἐπωνομάσθη διάνοια; -Πάνυ μὲν οὖν. -Τὸ δ᾽ ἄπ᾽ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ὅν μετὰ φθόγγον κέκληται λόγος; -Ἀληθῆ. -Καὶ μὴν ἐν λόγοις γε αὐτὸ ἴσμεν ἐνόν. -Τὸ ποῖον; -Φάσιν τε καὶ ἀπόφασιν. -Ἰσμεν. -Ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅ τι προσείπῃς αὐτό; -Καὶ πῶς; -Τί δ᾽ ὅταν δόξα μὴ καθ᾽ αὐτὴν ἀλλὰ δι᾽ αἰσθήσεως παρῇ τινι τὸ τοιοῦτον αὐ πάθος, οἷόν τε ὀρθῶς εἰπεῖν ἑτερόν τι πλὴν φαντασίαν; -Οὐδέν. -Οὐκοῦν ἐπείπερ λόγος ἀληθῆς ἦν καὶ ψευδής, τούτων δ᾽ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, δόξα δὲ διανοίας ἀποτελείτῃσις, φαίνεται δὲ ὁ λέγομεν σύμμιξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῶν λόγων συγγενῶν ὄντων, ψευδῆ τε αὐτῶν ἑνια καὶ ἑνίοτε εἶναι; -Πῶς δ᾽ οὔ; -Κατανοεῖς οὖν, ὅτι πρότερον εὑρέθη ψευδὴς δόξα καὶ λόγος.