Ancient Greek
2.541.3
Joannes Stobaeus Anthologus, Anthologium 2.541.3
Unproofread scanNot analysed yet
Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικίας παθη- 5 μάτων αἰτία καὶ τὰ τῆς πόσεως τὰ τε τῶν ὁπτομένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτη διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς καὶ βραδεῖς, ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τότε μὲν ἀνάρμοστοι φερόμενοι δι’ ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπ’ αὐτῶν κινήσεως· τότε 10 δὲ ξύμφωνοι δι’ ὁμοιότητα. Τὰς γὰρ τῶν προτέρων καὶ θάττων οἱ βραδύτεροι κινήσεις ἀποπανομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, καταλαμβάνουσι, καταλαμβάνοντες δὲ οὐκ ἀλλήν ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, 15 ἀλλ’ ἀρχὴν βραδυτέρας φοράς [καὶ] κατὰ τοῦ θάττονος, ἀποληγοῦσης δὲ ὁμοιότητα προσάψαντες μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθη· ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἐμφροσι διὰ τὴν τῆς θείας ἁρμονίας κίνησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον.