Ancient Greek
2.542.2
Joannes Stobaeus Anthologus, Anthologium 2.542.2
Unproofread scanNot analysed yet
πον φανήσεται ζητοῦντι. Καὶ δὴ καὶ τὸ τῆς ἀναπνοῆς (ὅθεν ὁ λόγος ὤρμησε) κατὰ ταῦτά καὶ διὰ τούτων γέγονεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τέμνοντος μὲν τὰ σῖτα τοῦ πυρός, αἰωρουμένου δὲ ἐντὸς τῷ πνεύματι συνεπομένου, τὰς φλέβας δ’ ἐκ τῆς κοιλίας τῇ συναιωρήσει πληρούντος τῷ τὰ τετμημένα αὐτόθεν ἐπαντελεῖν καὶ διὰ ταῦτα δὴ καθ’ ὅλον τὸ σῶμα πᾶσι τοῖς ζῴοις τὰ τῆς τροφῆς νόματα οὕτως ἐπίρρυτα γεγονέναι. Νεότητα δὲ καὶ ἀπὸ ξυγγενῶν ὄντα, τὰ μὲν καρπῶν, τὰ δὲ χλόης, ἃ ὁ θεὸς ἐπ’ αὐτὸ τοῦθ’ ἡμῖν ἐφύτευσεν, εἶναι τροφήν, παντοδαπὰ μὲν χρώματα ἔχει διὰ τὴν σύμμιξιν, ἢ δ’ ἐρυθρὰ πλείστη περὶ αὐτὰ χρόα διαθεῖ, τῆς τοῦ πυρὸς τομῆς τε καὶ ἐξομόξεως ἐν ὑγρῷ δεδημιουργημένη φύσις. Ὅθεν τοῦ κατὰ σῶμα θέοντος τοῦ χρώμα ἔσχεν οἷαν ὁψιν διεληλύθαμεν, ὃ καλοῦμεν αἷμα, νομὴν σαρκῶν καὶ ξύμπαντος τοῦ σώματος, ὅθεν ἐδρευόμενα ἕκαστα πληροῦ τὴν τοῦ κενουμένου βάσιν.