Ancient Greek
2.57.8
Joannes Stobaeus Anthologus, Anthologium 2.57.8
Unproofread scanNot analysed yet
ἀρμόσδων αἰσθήσει πάντα γνωστὰ καὶ ποτἄγορα ἀλλἄλοις [10] κατὰ γνωμονος φύσιν ἀπεργάζεται, σωμάτων καὶ σχίζων Τὰς τῷ ἀπείρῳ καὶ ἀνοίᾳ καὶ ἀλόγῳ φύσει τὸ ψεῦδος καὶ ὁ φθόνος ἐντὶ. Ψεῦδος δὲ οὐδαμῶς ἐς ἀριθμὸν ἐμπίπτει, πολέμιον γὰρ καὶ ἐχθρὸν τῇ φύσει τὸ ψεῦδος, ἡ δ’ ἀλήθεια οἰκεῖον καὶ σύμφυτον τῇ τῶν ἀριθμῶν γενεῇ. (Fr. 20 Mull.) Καὶ τὰ ἐν τῇ σφαίρᾳ σώματα πέντε ἐντὶ· τὰ ἐν τῇ σφαίρᾳ, πῦρ, ὕδωρ καὶ γῆ καὶ ἀήρ, καὶ ἡ τῆς σφαίρας ὁλκὰς πέμπτον.