Ancient Greek
2.59.3
Joannes Stobaeus Anthologus, Anthologium 2.59.3
Unproofread scanNot analysed yet
. . . . μόνον ἐστὶν εἰλικρινὲς αὐτὸ <τε ἑαυτὸ> δηλοῦν. Ὁ περισσὸς τοῦ ἀρτίου τελεώτερός ἐστιν. ὁ μὲν γὰρ ἀρχὴν καὶ τέλος καὶ μέσον ἔχει, ὁ δὲ τοῦ μέσου στερεῖται. Καὶ ὁ μὲν, ὁπόταν γεννῶνται ἀνὰ λόγον καὶ πρὸς μονάδας, ταῖς αὐτοῦ χώραις καταλαμβάνει τὰς ταῖς γραμμαῖς περιεχομένας· ὁ δ’ ἐν οἰκείᾳ μὲν γινόμενος οὐδέποτε περαίνεται, ὅταν δ’ ἐν περισσῇ γένηται, αὐτὸς τε πέρας τυγχάνει καὶ τὴν πλεῦρὰν λόγον ἔχουσαν ἴσχει.