Ancient Greek
2.72.9
Joannes Stobaeus Anthologus, Anthologium 2.72.9
Unproofread scanNot analysed yet
ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πο- δημιουργὸν ἡγεμόνα πάντων τῶν θεῶν εἶπε, τῶν τε ὄντων καὶ τῶν μελλόντων. Μέλλοντάς δέ ἐσμεν θεοὺς τοὺς ἀεὶ γενητοὺς, τουτέστι συναπτομένους ποτὲ σώμασι. Ἐν δὲ τῷ Τιμαίῳ (c. 8 p. 34A) χωρίσας τοῦ πλήθους τοὺς θεοὺς ἐνικῶς διὰ τοῦ οἰκητηρίου τοῦ κόσμου τοὺς πάντας ὤνόμασεν· „οὗτος“ γὰρ ἔφη, „ὧντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεόν“. δῆλος γὰρ ὁ μὲν λογιζόμενος θεὸς ὁ δημιουργὸς ὢν, ὁ δὲ ἐσόμενος καὶ γιγνόμενος αἰεὶ ὁ κόσμος λεγόμενος. Ὡσαύτως δὲ καὶ Ὅμηρος (A 423 sqq.) ·