Ancient Greek
2.73.4 to 2.75.6
Joannes Stobaeus Anthologus, Anthologium 2.73.4-2.75.6
Unproofread scanNot analysed yet
εὗρε δὲ εὐρύοπα Κρονίδην ἄτερ ἡμερον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυνειράδος Οὐλύμπου (A 498 sq.) . Τὴν μέντοι δωδεκάτην ἀκουστέον τῆς ἐπανόδου τῶν θεῶν, ὁπόταν ὑπερβάντες τὰ δώδεκα ζῷδια ἐπὶ τῷ νώτῳ γένωνται τοῦ οὐρανοῦ, στάντας δὲ αὐτοὺς ἐκεῖσε περιάγη ἡ περιφορὰ· λόγος γὰρ ὁ αὐτὸς ψυχῶν καὶ θεῶν. Δημόκριτος νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ. Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις καὶ αὐτὸς ὁ νοῦς, τὴν <δ’> ἀόριστον διάδα καὶ τὸ κακόν, περὶ ἣν ἐστι τὸ ὀλικὸν πλήθος. Ποσειδώνιος πνεῦμα νοερὸν καὶ πυρώδες, οὐκ ἔχον Θαλῆς ἐρωτηθεὶς, Τί πρεσβύτατον τῶν ὄντων; ἀπεκρίνατο· Θεός, ἀγέννητον γάρ. Σωκράτης ἐρωτηθεὶς, Τί θεός; εἶπε· Τὸ ἀθάνατον καὶ αἰδίον. Ἑρμῆς ἐρωτηθεὶς, Τί θεός; εἶπεν· Ὁ τῶν ὅλων δημιουργός, σοφώτατος νοῦς καὶ αἰδίος. Θαλῆς νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἐμψυχον ἅμα καὶ δαιμόνων πλήρες· διήκειν δὲ καὶ διὰ τοῦ στοιχειώδους ὑγροῦ δύναμιν θείαν κινητικὴν αὐτοῦ. Ἁναξίμανδρος ἀπεφήνατο τοὺς ἀπείρους οὐρανοὺς θεούς. Ἁναξιμένης τὸν ἄερα. δεῖ δ’ ὑπακοῦειν ἐπὶ τῶν οὕτως λεγομένων τὰς ἐνδιχοῦσας τοῖς στοιχείοις ἢ τοῖς σάμασι δυνάμεις. Ἁρχέλαος ἄερα καὶ νοῦν τὸν θεόν, οὗ μέντοι κοσμοποιὸν τὸν νοῦν. Ἁναξαγόρας νοῦν κοσμοποιὸν τὸν θεόν. μὲν μορφὴν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοι- ⟨Ἐμπεδοκλῆς τὸν σφαῖρον καὶ⟩ τὸ ἕν, καὶ τὸ μὲν ἕν τὴν ἀνάγκην, ὕλην δὲ αὐτοῦ τὰ τέσσαρα στοιχεῖα, εἴδη p. 5, 2 c. Σπεύσιππος τὸν νοῦν οὔτε τῷ ἕνι οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δέ. Κριτόλαος καὶ Διόδωρος ὁ Τύριος νοῦν ἀπ’ αἰθέρος ἀπαθοῦς. Ἡράκλειτος τὸ περιοδικὸν πῦρ αἰδίον, εἰμαρμένην [60] δὲ λόγον ἐκ τῆς ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων. Ζήνων ὁ Στωικὸς νοῦν κόσμου πείρινον. Μνησάρχος τὸν κόσμον, τὴν πρώτην οὐσίαν ἔχοντα ἀπὸ πνεύματος. Βόηθος τὸν αἰθέρα θεὸν ἀπεφήρατο. Παρμενίδης τὸ ἀκίνητον καὶ πεπερασμένον σφαι-ροειδές.