Ancient Greek
2.77.1
Joannes Stobaeus Anthologus, Anthologium 2.77.1
Unproofread scanNot analysed yet
Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητραν. Ταῦτα δὲ χορηγήσας τοῖς Στωικοῖς τὰ πρότερα παρὰ τοῦ Πλάτωνος μεταπέφραχεν. Πλάτων δὲ τὸ ἕν, τὸ μονοφύες, τὸ μοναδικόν, τὸ [64] ὄντως ὄν, τἀγαθόν. Πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. Νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τὸ δὲ χωριστὸν ἀκινέσθω τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ τῶν σωματικῶν συμπεπλεγμένον, μηδὲ τῷ παθητῷ τῆς φύσεως συμπαθές. Τούτου δὲ πατρὸς καὶ ποιητοῦ τὰ ἄλλα θεῖα ἔγχομα νοητὰ μέν, ὁ τε νοητὸς λεγόμενος κόσμος <καὶ αἱ ἰδέαι>, παραδείγματα δ’ ἐστὶ τοῦ ὁρατοῦ κόσμου, πρὸς δὲ τούτοις ἐναιθέριοι τινες δυνάμεις, (λόγοι δ’ εἰσὶν ἀσώματοι,) καὶ <ἔμπυροι καὶ> ἐναέριοι καὶ ἐνυδροῖ, αἰσθητὸς δὲ [τοῦ πρώτου θεοῦ ἔγχονα] ἥλιος, σελήνη, ἀστέρες, γῆ καὶ ὁ περιέχων πάντα κόσμος.