Ancient Greek
2.84.2
Joannes Stobaeus Anthologus, Anthologium 2.84.2
Unproofread scanNot analysed yet
πόλις <δ’> ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. Οὕτως ὑποληπτέον καὶ ἐπὶ τῆς μειζόνος πόλεως, λέγω δὲ τοῦ κόσμου. Νόμος μὲν γὰρ ἡμῖν ἰσοκλινὴς ὁ θεός, οὐδεμίαν ἐπιδεχόμενος διάρρησιν ἢ μετάθεσιν, κρείττων δ’, οἶμαι, καὶ βεβαιότερος τῶν ἐν ταῖς κύρβεσιν ἀναγεγραμμένων. Ἡγουμένου δὲ ἀκινήτως αὐτοῦ καὶ ἐμμελῶς ὁ σύμπας οἰκονομεῖται δι’ αὐτοῦ διάκοσμος οὐρανοῦ τε καὶ γῆς, μεμερισμένος κατὰ τὰς φύσεις πάσας ὁμοίως διὰ τῶν οἰκείων σπερμάτων εἰς τὰ φυτὰ καὶ ζῷα κατὰ γένη τε καὶ εἴδη. Καὶ γὰρ ἄμπελοι καὶ φοῖνικες καὶ περσέαὶ