Ancient Greek
2.85.4
Joannes Stobaeus Anthologus, Anthologium 2.85.4
Unproofread scanNot analysed yet
Εἰς δὲ ὧν πολυώνυμός ἐστι, κατονομαζόμενος τοῖς πάθεσι πᾶσιν, ἅπερ αὐτὸς νεοχμοῖ. Καλοῦμεν γὰρ αὐτὸν καὶ Ζῆνα καὶ Δία, παραλλήλως χρῶμενοι τοῖς ὀνόμασιν, ὡς ἂν εἰ λέγοιμεν, δι’ ὃν ζῶμεν. Κρόνον δὲ παῖς καὶ Χρόνον λέγεται, διήκων ἐξ αἰῶνος ἀτέρμονος εἰς ἕτερον αἰῶνα, ἀστραπαῖός τε καὶ βρονταῖος <καὶ αἴθριος> καὶ αἰθέριος, κεραυνιός τε καὶ ἔτιος ἀπὸ τῶν ἑτῶν τε καὶ κεραυνῶν καὶ τῶν ἄλλων καλεῖται. Καὶ μὴν ἐπικάρπιος μὲν ἀπὸ τῶν καρπῶν, πολιεὺς δὲ ἀπὸ τῆς πόλεως ὀνομάζεται, γενέθλιός τε καὶ ὁμόγνιος καὶ ξοχειός τε καὶ πατριῶς ἀπὸ τῆς πρὸς ταῦτα κοινωνίας, ἐταιρεῖός τε καὶ φίλιος καὶ ξένιος, ἔτι δὲ στρατιός τε καὶ τροπαιοῦχος, καθαρσιός τε καὶ παλαμναῖος καὶ ἰκέσιος καὶ μειλίχιος, ὥσπερ οἱ ποιηταὶ λέγουσι· σωτὴρ τε καὶ ἐλευθέριος ἐτύμως [οὕτως εἰπεῖν]· ὡς δὲ τὸ πᾶν εἰπεῖν, οὐράνιος τε καὶ