Ancient Greek
3.102.3
Joannes Stobaeus Anthologus, Anthologium 3.102.3
Unproofread scanNot analysed yet
Ἀρέσκει γὰρ τῷ τε Ζήνωνι καὶ τοῖς ἀπ’ αὐτοῦ Στωι-κοῖς φιλοσόφοις δύο γένη τῶν ἀνθρώπων εἶναι, τὸ μὲν τῶν σπουδαίων, τὸ δὲ τῶν φαύλων· καὶ τὸ μὲν τῶν σπουδαίων διὰ παντὸς τοῦ βίου χρῆσθαι ταῖς ἀρεταῖς, τὸ δὲ τῶν φαύλων ταῖς κακίαις· ὅθεν τὸ μὲν ἀεὶ κατορθοῦν ἐν ἅπασιν οἷς προστίθεται, τὸ δὲ ἀμαρτάνειν. Καὶ τὸν μὲν σπουδαῖον ταῖς περὶ τὸν βίον ἐμπειρίαις χρώμενον ἐν τοῖς πραττομένοις ὑπ’ αὐτοῦ πάντ’ ἐὖ ποι-εῖν, καθάπερ φρονίμως καὶ σωφρόνως καὶ κατὰ τὰς ἄλλας ἀρετάς· τὸν δὲ φαῦλον κατὰ τοῦναντίον κακῶς. Καὶ τὸν μὲν σπουδαῖον μέγαν εἶναι καὶ ἄθρόν καὶ ὑψηλόν καὶ ἰσχυρόν. Μέγαν μὲν, ὅτι δύναται ἐφικνεῖσθαι τῶν κατὰ προαίρεσιν ὄντων αὐτῷ καὶ προκειμένων· ἄθρόν δέ, ὅτι ἐστὶν ἡὑξημένος πάντοθεν· ὑψηλὸν δ’, ὅτι μετείληφε τοῦ ἐπιβάλλοντος ὕψους ἀνδρὶ γενναίῳ καὶ σοφῷ· καὶ ἰσχυρόν δ’, ὅτι τὴν ἐπιβάλλουσαν ἰσχὺν περιπεποιήται, ἀήττητος ὢν καὶ ἀκαταγώνιστος. Παρ’ ὃ καὶ οὔτε ἀναγ-κάζεται ὑπὸ τινος οὔτε ἀναγκάζει τινά, οὔτε κωλύεται οὔτε κωλύει, οὔτε βιάζεται ὑπὸ τινος οὔτ’ αὐτὸς βιάζει τινά, οὔτε δεσπόζει οὔτε δεσπόζεται, οὔτε κακοποιεῖ τινα οὔτ’ αὐτὸς κακοποιεῖται, οὔτε κακοῖς περιπίπτει <οὔτ’ ἄλλον ποιεῖ κακοῖς περιπίπτειν>, οὔτ’ ἐξαπατᾶται οὔτε