Ancient Greek
3.104.4
Joannes Stobaeus Anthologus, Anthologium 3.104.4
Unproofread scanNot analysed yet
11Τῶν τε ἀγαθῶν μηδενὸς μετέχειν τοὺς φαύ- 10λους, ἐπειδὴ τὸ ἀγαθὸν ἀρετὴ ἐστιν ἢ τὸ μετέχον ἀρετῆς· τὰ τε παρακείμενα τοῖς ἀγαθοῖς, ἅπερ ἐστὶν ὧν χρεί, ὠφελήματα ὄντα, μόνοις τοῖς σπουδαίοις συμβαίνειν· καθάπερ καὶ τὰ παρακείμενα τοῖς κακοῖς, ἅπερ ἐστὶν ὧν οὐ χρεί, μόνοις τοῖς κακοῖς· βλάμματα γὰρ εἶναι, καὶ διὰ τοῦτο τοὺς μὲν ἀγαθοὺς ἀβλαβεῖς πάντας εἶναι κατ’ ἀμφοτέρα, οὔτε βλάπτειν οἷους τε ὄντας οὔτε βλάπτεσθαι, τοὺς δὲ φαύλους κατὰ τοὐναντίον.