Ancient Greek
3.108.4 to 3.109.5
Joannes Stobaeus Anthologus, Anthologium 3.108.4-3.109.5
Unproofread scanNot analysed yet
Ἀρέσκει δὲ καὶ πᾶν ἁμάρτημα ἀσέβημα εἶναι. Τὸ γὰρ παρὰ τὴν βούλησιν τι πράττεσθαι τοῦ θεοῦ, ἀσεβείας εἶναι τεκμήριον. Τῶν γὰρ θεῶν οἰκειουμένων μὲν τῇ ἀρετῇ καὶ τοῖς ταύτης ἔργοις, ἀλλοτριουμένων δὲ τῇ κακίᾳ καὶ τοῖς ἀπὸ ταύτης συντελουμένοις, τοῦ δ᾽ ἁμαρτήματος τῇ εὐσεβείᾳ ἐναντίαν ἐξῖν. Τὸ δὲ κατὰ ἀσέβειαν πεπραγμένον ἀσέβημα εἶναι, πᾶν ἁμάρτημα ἀσέβημα εἶναι. Ἐπὶ δ᾽ ἀρέσκει αὐτοῖς καὶ πάντ᾽ εἶναι τὸν ἄφρονα θεοῖς ἐχθρόν· τὴν γὰρ ἐχθραν ἀσυμφωνίαν εἶναι τῶν κατὰ τὸν βίον καὶ διχονοίαν, ὥσπερ καὶ τὴν φιλίαν συμφωνίαν καὶ ὁμόνοιαν. Διαφωνοῦσι δ᾽ οἱ φαῦλοι πρὸς τοὺς θεοὺς περὶ τῶν κατὰ τὸν βίον, διόπερ πᾶς ἄφρων θεοῖς ἐχθρὸς ἐστιν. Ἐπὶ εἰ πάντες τοὺς ἐναντίους αὐτοῖς ἐχθροὺς εἶναι νομίζουσι, τῷ δὲ σπουδαίῳ ὁ φαῦλος ἐστιν ἐναντίος καὶ σπουδαῖός ἐστιν ὁ θεός, ὁ φαῦλος θεοῖς όντος ἐνεργήματος κατὰ κακίαν, κατεφαίνετο πᾶν ἁμάρ- ἐστιν ἐχθρός. 11 1 Ἰσά τε πάντα λέγουσιν εἶναι τὰ ἁμαρτήματα, οὐκέτι δ᾽ ὅμοια. Καθάπερ γὰρ ἀπὸ μιᾶς τινος πηγῆς τῆς κακίας φέρεσθαι πέφυκε, τῆς κρίσεως οὖσης ἐν πᾶσι τοῖς ἁμαρτήμασι τῆς αὐτῆς· παρὰ δὲ τὴν ἐξωθεν αἰτίαν, τῶν ἐφ᾽ οἷς αἱ κρίσεις ἀποτελοῦνται μέσων διαλλαστόν- των, διάφορα κατὰ ποιότητα γίνεσθαι τὰ ἁμαρτήματα. τημα ἀπαρεστόν θεοῖς ὑπάρχον (τοῦτο δ᾽ ἐστὶν ἀσέβημα)· [καὶ] καθ᾽ ἕκαστον γὰρ ἁμάρτημα ὁ φαῦλος ἀπαρεστόν τι ποιεῖ θεοῖς. Ἐπὶ δὲ ἐπεὶ πᾶς φαῦλος ὅσα ποιεῖ κατὰ κακίαν ποιεῖ, καθάπερ ὁ σπουδαῖος κατ᾽ ἀρετήν, καὶ ὁ μίαν ἔχων κακίαν