Ancient Greek
3.110.2 to 3.110.3
Joannes Stobaeus Anthologus, Anthologium 3.110.2-3
Unproofread scanNot analysed yet
11m Περὶ δὲ εὐφυούς, ἕτι δὲ εὐγενοῦς οἱ μὲν 15τῶν ἐκ τῆς αἵρεσεως ἐπηνέχθησαν ἐπὶ τὸ λέγειν πάντα σοφὸν τοιοῦτον εἶναι, οἱ δ᾽ οὔ. Οἱ μὲν γὰρ οἴονται οὐ μόνον εὐφεεῖς γίγνεσθαι πρὸς ἀρετὴν ἐκ φύσεως, ἀλλὰ καὶ τινὰς ἐκ κατασκευῆς, καὶ τὸ ἐν ταῖς παροιμίαις λεγό-μενον τοῦτο ἀπεδέξαντο (frg. trg. adesp. n. 227 N.) 20 μελέτῃ χρονισθεῖσ᾽ εἰς φύσιν καθίσταται. Τὸ δ᾽ ὅμοιον καὶ περὶ εὐγενείας ὑπέλαβον, ὥστε εὐφυΐαν μὲν εἶναι κοινῶς ἐξὶν ἐκ φύσεως ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν, ἢ ἐξὶν καθ’ ἣν εὐανάληπτοι ἀρετῆς εἰσί τινες· τὴν δ’ εὐγένειαν ἐξὶν ἐκ γένους ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν.