Ancient Greek
3.111.3 to 3.112.2
Joannes Stobaeus Anthologus, Anthologium 3.111.3-3.112.2
Unproofread scanNot analysed yet
Καὶ μόνον εἶναι τὸν σοφὸν βασιλέα τε καὶ βασι- 25 λικόν, τῶν δὲ φαύλων μηδένα· τὴν γὰρ βασιλείαν ἀρχὴν ἀνυπεύθυνον εἶναι καὶ τὴν ἀνωτάτω καὶ τὴν ἐπὶ πάσαις. Λέγουσι δὲ καὶ ἄριστον αὐτοῦ ἰατρὸν εἶναι τὸν σπουδαῖον ἄνδρα· ἐπιμελῆ γὰρ ὄντα τῆς ἰδίας φύσεως [II 224] παρατηρητὴν ὑπάρχειν καὶ τῶν πρὸς ὑγίειαν ἐπιστήμονα συμφερόντων. Οὐχ οἷον δὲ μεθυσθήσεσθαι τὸν νοῦν ἔχοντα· τὴν γὰρ μέθην ἀμαρτητικὸν περιέχειν, λῆρησιν εἶναι παρὰ τὸν οἶνον, ἐν μηδενὶ δὲ τὸν σπουδαῖον ἀμαρτάνειν, δι’ ὃ πάντα κατ’ ἀρετὴν ποιεῖν καὶ τὸν ἀπὸ ταύτης ὀρθὸν λόγον.